17.178ἐπὰν οὖν θεάσωνται τὴν ψυχὴν ἀφέντα αὐτόν, περιστήσαντας τῷ ἱπποδρόμῳ τὸ στρατιωτικὸν ἀγνοοῦν ἔτι τὸν θάνατον αὐτοῦ, μὴ γὰρ πρότερον εἰς τοὺς πολλοὺς ἐξενεγκεῖν ἢ τάδε πρᾶξαι κελεύειν, ἀκοντίσαι τοὺς ἐγκαθειργμένους, καὶ πάντας τοῦτον ἀνελόντας τὸν τρόπον διχόθεν αὐτὸν οὐχ ἁμαρτήσαντας τοῦ εὐφρανοῦντος, κυρώσει τε ὧν ἐπιστείλειεν αὐτοῖς μέλλων τελευτᾶν καὶ τῷ πένθει ἀξιολόγῳ τετιμῆσθαι.
17.179καὶ ὁ μὲν μετὰ δακρύων ποτνιώμενος καὶ τοῦ συγγενοῦς τὴν εὔνοιαν καὶ πίστιν τοῦ θείου προσκαλῶν ἐπέσκηπτε μὴ ἠτιμῶσθαι ἀξιῶν, κἀκεῖνοι ὡμολόγουν οὐ παραβήσεσθαι.
17.180
Κατανοήσειεν δʼ ἄν τις τὴν διάνοιαν τοῦ ἀνθρώπου καὶ ὅτῳ τὰ πρότερα ἤρεσκεν ὡς ὑπὸ τοῦ φιλοζωεῖν πράξειε τὰ εἰς τοὺς συγγενεῖς πεπραγμένα, ἐκ γοῦν τῶν ἄρτι ἐπιστολῶν οὐδὲν ἀνθρώπειον εἰσφερομένην,
17.181εἴγε καὶ ἀπιὼν τοῦ βίου πρόνοιαν εἶχεν, ὡς ἐν πένθει καὶ ἐρημίᾳ τῶν φιλτάτων τὸ πᾶν καταστήσειεν ἔθνος, ἕνα ἀπὸ ἑκάστου οἴκου κελεύων μεταχειρίσαι μηδὲν ἄδικον μήτε εἰς αὐτὸν δεδρακότας μήτε ἐφʼ ἑτέροις ἐγκλήμασιν κατηγορίας αὐτῶν γενομένης, εἰωθότων οἷς προσποίησις ἀρετῆς καὶ πρὸς τοὺς δίκῃ ἐχθροὺς γεγονότας ἐν τοιοῖσδε καιροῖς τὰ μίση κατατίθεσθαι.
17.182
Ταῦτα δὲ ἐπιστέλλοντος αὐτοῦ πρὸς τοὺς συγγενεῖς γράμματα παρῆν ὑπὸ τῶν εἰς Ῥώμην πρέσβεων ἀπεσταλμένων πρὸς Καίσαρα. καὶ ἀναγνωσθέντων τὸ κεφάλαιον ἦν, ὡς τῆς τε Ἀκμῆς ὀργῇ τῇ Καίσαρος ἀνῃρημένης ἐφʼ οἷς Ἀντιπάτρῳ συγκακουργήσειεν, αὐτόν τε Ἀντίπατρον ὡς ἐπὶ γνώμῃ τῇ ἐκείνου ποιοῖτο ὡς πατρὸς καὶ βασιλέως, εἴτε φυγάδα ἐλαύνειν ἐθελήσειεν, εἴτε καὶ κτιννύειν.